Matthew 4:1-11

1Τότε Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. 3καὶ προσελθὼν
 ὁ πειράζων εἶπεν αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ ὁ πειράζων εἶπεν = RP
πειράζων εἶπεν αὐτῷ ⸃· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
ἄνθρωπος, ἀλλ᾽
 ἐπὶ = WH NA/NIV RP: || ἐν = Treg
ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

5Τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ
 ἔστησεν = WH Treg NA/NIV: || ἵστησιν = RP
ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7ἔφη αὐτῷ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

8Πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9καὶ
 εἶπεν = WH Treg NA/NIV: || λέγει = RP
εἶπεν αὐτῷ· Ταῦτά
 σοι πάντα = WH Treg NA/NIV: || πάντα σοι = RP
σοι πάντα ⸃ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10τότε λέγει αὐτῷ Ἰησοῦς·
 Ὕπαγε = WH Treg NA: || Ὕπαγε ὀπίσω μου = NIV RP
Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11τότε ἀφίησιν αὐτὸν διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Copyright information for SBLG